Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.81 Dem. 25.84 (English) >>Dem. 25.87

25.83τίνος δὲ συγγνώμης ποίων ἐλέων οἱ σεσυκοφαντημένοι τετυχήκασιν παρὰ τούτου, οἷς οὗτος θανάτου πᾶσιν ἐτιμᾶτʼ ἐν τουτοισὶ τοῖς δικαστηρίοις, καὶ ταῦτα πρὶν τὴν πρώτην ψῆφον διενεχθῆναι; καὶ ἐφʼ οἷς βάσκανος οὗτος οὕτως ὠμῶς καὶ πικρῶς εἶχεν, τούτους ὑμῶν οἱ λαχόντες, ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιοῦντες ἔσῳζον, καὶ τοὺς ὑπὸ τούτου συκοφαντουμένους ἀπεψηφίζοντο, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετεδίδοσαν τούτῳ. 25.84ἀλλʼ γε τούτου πικρία καὶ μιαιφονία καὶ ὠμότης παρῆν καὶ ἐξητάζετο. οὐχὶ παιδία, οὐχὶ μητέρας τῶν κρινομένων ἐνίων γραῦς παρεστώσας ὁρῶν οὗτος ἠλέει. εἶτα σοὶ συγγνώμη; πόθεν παρὰ τοῦ; τοῖς σοῖς παιδίοις ἔλεος; πολλοῦ γε καὶ δεῖ. σὺ τὸν εἰς ταῦτʼ ἔλεον προδέδωκας, Ἀριστογεῖτον, μᾶλλον δʼ ἀνῄρηκας ὅλως. μὴ δὴ πρὸς οὓς αὐτὸς ἔχωσας λιμένας καὶ προβόλων ἐνέπλησας, πρὸς τούτους προσορμίζου· οὐ γὰρ δίκαιον.

25.85εἰ τοίνυν ἀκούσαιτε καὶ τὰς βλασφημίας ἃς κατὰ τὴν ἀγορὰν περιιὼν καθʼ ὑμῶν ἔλεγεν, ἔτι μᾶλλον ἂν αὐτὸν μισήσαιτε, καὶ δικαίως. φησὶ γὰρ πολλοὺς ὀφείλειν τῷ δημοσίῳ, τούτους δʼ ἅπαντας ὁμοίους ὑπάρχειν ἑαυτῷ. ἐγὼ δὲ πολλοὺς μὲν εἶναι τοὺς ἠτυχηκότας, εἰ καὶ δύʼ εἰσὶ μόνοι, συγχωρῶ· παντὶ γὰρ πλείους εἰσὶ τοῦ δέοντος, καὶ οὐδένα τῶν ἄλλων ὀφείλειν ἔδει. οὐ μέντοι μὰ τοὺς θεοὺς τούτῳ γʼ ὑπάρχειν ὁμοίους οἴομαι τούτους, οὐδὲ πολλοῦ δεῖ, ἀλλὰ καὶ τοὐναντίον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.81 Dem. 25.84 (English) >>Dem. 25.87

Powered by PhiloLogic